Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.1 Dem. 45.6 (English) >>Dem. 45.9

45.5ἵνα δʼ, ἄνδρες Ἀθηναῖοι, συντέμω ταῦτα, ἐπειδὴ ποιεῖν τʼ οὐδὲν ᾤετο δεῖν ὧν τόθʼ ὡμολόγησεν, καὶ τὰ χρήματʼ ἀποστερεῖν ἐνεχείρησεν τῆς τραπέζης εἶχεν ἀφορμήν, δίκην ἠναγκάσθην αὐτῷ λαχεῖν, ἐπειδὴ τάχιστʼ ἐξουσία ἐγένετο. γνοὺς δʼ οὗτος ὅτι πάντʼ ἐξελεγχθήσεται καὶ κάκιστος ἀνθρώπων περὶ ἡμᾶς γεγονὼς ἐπιδειχθήσεται, μηχανᾶται καὶ κατασκευάζει ταῦτα, ἐφʼ οἷς Στέφανος οὑτοσὶ τὰ ψευδῆ μου κατεμαρτύρησε. καὶ πρῶτον μὲν παρεγράψατο τὴν δίκην ἣν ἔφευγεν Φορμίων μὴ εἰσαγώγιμον εἶναι· ἔπειτα μάρτυρας, ὡς ἀφῆκʼ αὐτὸν τῶν ἐγκλημάτων, παρέσχετο ψευδεῖς, καὶ μισθώσεώς τινος ἐσκευωρημένης καὶ διαθήκης οὐδεπώποτε γενομένης. 45.6προλαβὼν δέ μου ὥστε πρότερος λέγειν διὰ τὸ παραγραφὴν εἶναι καὶ μὴ εὐθυδικίᾳ εἰσιέναι, καὶ ταῦτʼ ἀναγνοὺς καὶ τἄλλʼ ὡς αὑτῷ συμφέρειν ἡγεῖτο ψευσάμενος, οὕτω διέθηκε τοὺς δικαστάς, ὥστε φωνὴν μηδʼ ἡντινοῦν ἐθέλειν ἀκούειν ἡμῶν· προσοφλὼν δὲ τὴν ἐπωβελίαν καὶ οὐδὲ λόγου τυχεῖν ἀξιωθείς, ἀλλʼ ὑβρισθεὶς ὡς οὐκ οἶδʼ εἴ τις πώποτʼ ἄλλος ἀνθρώπων, ἀπῄειν βαρέως, ἄνδρες Ἀθηναῖοι, καὶ χαλεπῶς φέρων. 45.7λόγον δʼ ἐμαυτῷ διδοὺς εὑρίσκω τοῖς δικάσασι μὲν τότε πολλὴν συγγνώμην οὖσαν (ἐγὼ γὰρ αὐτὸς οὐκ ἂν οἶδʼ τι ἄλλʼ εἶχον ψηφίσασθαι, τῶν πεπραγμένων μὲν μηδὲν εἰδώς, τὰ δὲ μαρτυρούμενʼ ἀκούων), τούτους δʼ ἀξίους ὄντας ὀργῆς, οἳ τῷ τὰ ψευδῆ μαρτυρεῖν αἴτιοι τούτων ἐγένοντο. περὶ μὲν δὴ τῶν ἄλλων τῶν μεμαρτυρηκότων, ὅταν πρὸς ἐκείνους εἰσίω, τότʼ ἐρῶ· περὶ ὧν δʼ οὑτοσὶ Στέφανος μεμαρτύρηκεν, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.1 Dem. 45.6 (English) >>Dem. 45.9

Powered by PhiloLogic